Ancient Greek
Book 4, Chapter 56
Zosimus, Historia Nova 4.56.3
Not analysed yet
Φράουιττος δὲ ὁ τοῖς ὀμωμοσμένοις ἐμμεῖναι φιλονεικῶν. καὶ ἐπὶ πολὺ μὲν ταύτην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἔριν ἐλάνθανον: ἐπεὶ δὲ τραπέζης ἠξιωμένοι βασιλικῆς, ἐκτεινομένου τοῦ πότου παρετράπησαν καὶ εἰς ὀργὴν ἐξενεχθέντες ἣν εἶχον ἐξέφηναν γνώμην, ὁ μὲν βασιλεὺς τῆς ἑκάστου προαιρέσεως αἰσθόμενος διέλυσε τὴν ἑστίασιν, ἀναχωρήσαντες δὲ τῶν βασιλείων εἰς τοσοῦτον ἐξέστησαν ἕως οὐκ ἐνεγκὼν ὁ Φράουιττος εἵλκυσέ τε τὸ ξίφος καὶ τὸν Ἐρίουλφον παίσας ἀνεῖλεν. ὡς δὲ ἐπελθεῖν οἱ τούτου στρατιῶται τῷ Φραουίττῳ διενοήθησαν, ἐν μέσῳ στάντες οἱ βασιλικοὶ δορυφόροι περαιτέρω προελθεῖν τὴν στάσιν ἐκώλυσαν.