Ancient Greek
Book 4, Chapter 58
Zosimus, Historia Nova 4.58.5
Not analysed yet
καὶ οὐδενὸς ὧν ἔπασχον αἰσθανομένους ἀπέσφαττε. προελθὼν δὲ καὶ μέχρι τῆς Εὐγενίου σκηνῆς καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐπιθέμενος ἀνεῖλε τοὺς πλείονας. ἔνιοι δὲ τῇ καταπλήξει διεγερθέντες καὶ ὁρμήσαντες εἰς φυγὴν ἥλωσαν: ἐν οἷς καὶ αὐτὸς Εὐγένιος ἦν, ὃν συναρπάσαντες καὶ τὴν κεφαλὴν ἀφελόμενοι κοντῷ τε διαπείραντες μακροτάτῳ πᾶν περιέφερον τὸ στρατόπεδον, δεικνύντες τοῖς ἔτι τἀκείνου φρονοῦσιν ὡς προσήκει Ῥωμαίους ὄντας ὡς τὸν βασιλέα ταῖς γνώμαις ἐπανελθεῖν, ἐκποδὼν μάλιστα τοῦ τυράννου γεγενημένου.