Ancient Greek
4.6.4 to 4.6.5
Zosimus, Historia Nova 4.6.4-5
Not analysed yet
καὶ τοῦτο ῥᾳδίως ἠνύετο, χρημάτων αὐτοῖς τε καὶ τοῖς τούτων ἡγουμένοις διαδοθέντων: συνῄει τε πλῆθος οὐκ εὐκαταφρόνητον αὐτῷ, καὶ πρὸς ἐπίθεσιν ἀνέδην παρεσκευάζετο. πέμπει μὲν οὖν εἰς τὴν Βιθυνίαν μετὰ δυνάμεως Μάρκελλον ἐπὶ συλλήψει Σερηνιανοῦ καὶ τῶν σὺν αὐτῷ βασιλικῶν ἱππέων, ἐκ καραδοκίας τοῦ διαφθεῖραι. συμφυγόντων δὲ αὐτῶν εἰς τὴν Κύζικον, τὴν μὲν πόλιν εἷλε Μάρκελλος ναυμαχίᾳ καὶ πεζῇ δυνάμει κρατήσας, Σερηνιανὸν δὲ διαφυγόντα καὶ εἰς τὴν Λυδίαν ἀναχωρήσαντα συλλαβὼν διεχρήσατο.