Ancient Greek
4.9.2 to 4.9.3
Zosimus, Historia Nova 4.9.2-3
Not analysed yet
ὑπαντήσαντος δὲ αὐτοῖς τοῦ βασιλέως μάχη συνίστατο καρτερά, καὶ ἐνίκων οἱ βάρβαροι, τὸ Ῥωμαίων προτροπάδην διώξαντες στράτευμα. Οὐαλεντινιανὸς δὲ οὐ φυγῇ διέγνω τὸν κίνδυνον ἀποκλῖναι, ἀλλ̓ ἐνεγκὼν τὴν τύχην διηρευνᾶτο τοὺς τῶν ἐλαττωμάτων αἰτίους, οἵτινες ἦσαν οἱ τῆς φυγῆς ἄρξαντες. ἀναζητήσας δὲ σὺν ἀκριβείᾳ, καὶ τὸ τάγμα τῶν Βατάβων αἰτιασάμενος, ἐκέλευσε τὸ στρατόπεδον ἅπαν ἀναλαβὸν τὴν πανοπλίαν συνελθεῖν ὡς ἀκουσόμενον λόγων ὄφελος ἅπασι φερόντων κοινόν. τότε δὴ λόγοις ἐχρήσατο τοῖς τῆς φυγῆς ἄρξασιν αἰσχύνην εἰς ἅπαντα τὸν βίον ἐπάγουσι, καὶ τοὺς Βατάβους προσέταττεν, ἀποθεμένους τὰ ὅπλα, τοῖς τίμημα προσφέρουσιν οἷα δραπέτας οἰκέτας ἐπ’ ἐξαγωγῇ δημοσίᾳ πωλεῖσθαι.