Ancient Greek
5.1.2 to 5.1.3
Zosimus, Historia Nova 5.1.2-3
Not analysed yet
κτήματα δὲ ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινὰ πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπανταχόθεν πλοῦτος εἰς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν εἰσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλὰ ἔγραφον μόνον ὅσα Ῥουφῖνος ἐπέταττε καὶ