Ancient Greek
Book 5, Chapter 14
Zosimus, Historia Nova 5.14.2
Not analysed yet
Λέων μὲν οὖν ὁ τοῖς κατὰ τὴν Ἀσίαν συμβεβηκόσι βοηθῆσαι ταχθεὶς ἀρετῆς μὲν οὐδ̓ ἡστινοσοῦν μετειλήφει στρατηγικῆς, οὐδ̓ ἄλλου τινὸς ἀξίου πρὸς τοῦτο τύχης αὐτὸν ἀγαγεῖν, πλὴν ὅτι πρὸς Εὐτρόπιον εἶχεν οἰκείως: Γαΐνης δὲ τὴν ἐπὶ Θρᾴκην ἐστέλλετο, κωλύσων τὴν δἰ Ἑλλησπόντου τῶν ἅμα Τριβιγίλδῳ διάβασιν, ναυμαχήσων τε αὐτοῖς, εἰ καὶ τούτου γένοιτο χρεία. ταύτῃ διαταχθέντες οἱ στρατηγοὶ τὰς δυνάμεις ἀπῆγον, οὗπερ ἕκαστος ἔλαχε.