Ancient Greek
Book 5, Chapter 15
Zosimus, Historia Nova 5.15.2
Not analysed yet
συνέβαινε τοίνυν, ὄντος οὐδενὸς ἐμποδίου τῷ Τριβιγίλδῳ, πᾶσαν μὲν κατὰ κράτος ἁλίσκεσθαι πόλιν, ἀναιρεῖσθαί τε πάντας τοὺς οἰκήτορας ἅμα τοῖς στρατιώταις, βάρβαρον δὲ σύμμαχον Ῥωμαίων εἶναι οὐδένα: τοῖς γὰρ ὁμοφύλοις ἐν ταῖς συμβολαῖς ἀναμιγνύμενοι κατὰ τῶν Ῥωμαίοις ὑπηκόων ἐχώρουν. ὁ δὲ Γαΐνης ἐπὶ ταῖς Ῥωμαίων ἄχθεσθαι δοκῶν συμφοραῖς, θαυμάζειν ὅμως ἐποίει τὰ Τριβιγίλδου στρατηγήματα, καὶ ἀνανταγώνιστον ἔλεγεν εἶναι, φρονήσει καὶ ἀγχινοίᾳ μᾶλλον ἢ δυνάμει πλεονεκτοῦντα.