Ancient Greek
Book 5, Chapter 15
Zosimus, Historia Nova 5.15.5
Not analysed yet
ἐπεὶ δὲ ταῦτα μὲν οὐκ ἔλαβε κατὰ νοῦν, ἔγνω δὲ τῇ Παμφυλίᾳ Πισίδαις ὁμορούσῃ τὰς δυνάμεις ἐπαγαγεῖν, ὁδοῖς μὲν ἐνέτυχε δυσεμβάτοις καὶ ἱππασίᾳ παντάπασιν ἀπροσίτοις, στρατοπέδου δὲ οὐδενὸς ἐναντιουμένου Οὐαλεντῖνός τις τὴν Σέλγην οἰκῶν ʽπολίχνη δ̓ αὕτη Παμφυλίας ἐστίν, ἐπὶ λόφου κειμένἠ παιδείας μετρίως ἡμμένος καὶ πείρας οὐκ ἔξω τυγχάνων πολεμικῆς, συναγαγὼν οἰκετῶν πλῆθος καὶ γεωργῶν, ταῖς πρὸς τοὺς γειτνιῶντας λῃστὰς συνεχέσι μάχαις γεγυμνασμένους, εἰς τοὺς ὑπερκειμένους τῶν παρόδων ἔστησε λόφους, ὡς ἂν θεωροῦντες ἅπαντας τοὺς διὰ τῆς ὁδοῦ πορευομένους αὐτοὶ μὴ φαίνοιντο, κἂν εἰ ἡμέρας οὔσης οἱ ἐναντίοι διαβαίνοιεν.