Ancient Greek
5.17.3 to 5.17.4
Zosimus, Historia Nova 5.17.3-4
Not analysed yet
ὁ δὲ Γαΐνης ἐξαίρων εἰς ὕψος τὰ τούτου τῷ βασιλεῖ κατορθώματα, τοσοῦτον ἐνέθηκεν αὐτοῦ φόβον τῇ γερουσίᾳ καὶ τοῖς περὶ τὴν αὐλὴν ἅπασιν, ὥστε ἠπείλει καὶ τοῖς καθ̓ Ἑλλήσποντον αὐτὸν ἐπελεύσεσθαι τόποις καὶ ὅσον οὐδέπω πάντα ἄνω καὶ κάτω ποιήσειν, εἰ μὴ τὰ σπουδαζόμενα τῷ πολεμίῳ τῆς παρὰ βασιλέως ἀξιωθείη προνοίας. ταῦτα δὲ ὁ Γαΐνης ἐμηχανᾶτο λανθάνειν τε αὑτὸν ἐθέλων ὅπως ἐφρόνει, καὶ διὰ τῶν εἰς Τριβίγιλδον ἀναφερομένων τοῖς αὐτῷ κατὰ νοῦν οὖσιν ἔργον ἐπιθεῖναι βουλόμενος: ἀπέκναιε γὰρ αὐτὸν οὐ τὸ παρορᾶσθαι τοσοῦτον ὅσον Εὐτρόπιος εἰς ἀκρότατον ἥκων ἤδη δυνάμεως, ὥστε καὶ εἰς ὑπάτους ἀναρρηθῆναι καὶ τῷ χρόνῳ φέρεσθαι τὴν τούτου προσηγορίαν καὶ τιμηθῆναι τῇ τῶν πατρικίων ἀξίᾳ.