# Historia Nova 5.18.7-10

Zosimus, Historia Nova, 5.18.7 to 5.18.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.18.7

καὶ πρὸς τοῦτο δὴ τοῦ βασιλέως ἐνδόντος, ἐγίνετο μὲν ἡ σύνοδος ἔν τινι πρὸ τῆς Χαλκηδόνος τόπῳ, καθ̓ ὃν ὁσίας Εὐφημίας μαρτύριον ᾠκοδόμητο, τιμῆς διὰ τὴν περὶ τὸν Χριστὸν θρησκείαν ἀξιωθείσης, ἐδόκει τε τὸν Γαΐνην καὶ Τριβίγιλδον ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην περαιωθῆναι, κομιζομένους ἐκδότους ἐπὶ θανάτῳ τοὺς ἐξέχοντας τοῦ πολιτεύματος ἄνδρας: οὗτοι δὲ ἦσαν Αὐρη λιανὸς ὁ τὴν ὕπατον ἔχων ἐν ἐκείνῳ τῷ ἔτει τιμὴν καὶ Σατουρνῖνος ἐναριθμηθεὶς ἤδη τοῖς ὑπάτοις καὶ Ἰωάννης ἐπὶ τούτοις, τὰ ἀπόρρητα πάντα παρὰ βασιλέως τεθαρρημένος, ὃν ἔλεγον οἱ πολλοὶ καὶ τοῦ Ἀρκαδίου παιδὸς εἶναι πατέρα. ὁ μὲν οὖν βασιλεὺς καὶ ταύτην αὐτοῦ τὴν τυραννικὴν αἴτησιν ἀπεπλήρου, Γαΐνης δὲ τοὺς ἄνδρας παραλαβών, καὶ τὸ ξίφος αὐτοῖς ἄχρι ψαῦσαι μόνον τοῦ σώματος ἐπιθείς, ἠρκέσθη τούτους ζημιωθῆναι φυγῇ. περαιωθεὶς δὲ ἐπὶ τὴν Θρᾴκην, ἀκολουθῆσαί οἱ Τριβιγίλδῳ κελεύσας, ἀπέλιπε τὴν Ἀσίαν ἀναπνεύσασάν πως καὶ τῶν περιστάντων ἀπαλλαγεῖσαν κινδύνων. ἐν δὲ τῇ Κωνσταντινουπόλει διατρίβων τοὺς μὲν ὑπ’ αὐτῷ τεταγμένους στρατιώτας ἄλλους ἀλλαχῇ διέσπειρεν, ὥστε καὶ αὐτῶν τῶν ἐν τῇ αὐλῇ δορυφόρων γυμνῶσαι τὴν πόλιν, τοῖς δὲ βαρβάροις ἐδίδου λάθρᾳ συνθήματα, παρεγγυῶν, ἐπειδὰν ἴδοιεν ἐξελθόντα λάθρα τῆς πόλεως, ἐπιθέσθαι αὐτῇ παραχρῆμα τῆς ἀπὸ τῶν στρατιωτῶν οὔσῃ βοηθείας ἐρήμῳ, καὶ τὴν πᾶσαν ἐπικράτειαν αὐτῷ παραδοῦναι.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
