Ancient Greek
Book 5, Chapter 21
Zosimus, Historia Nova 5.21.1
Not analysed yet
ὁ δὲ Γαΐνης ἐκβιασάμενος τὴν διὰ τοῦ Μακροῦ τείχους ἐπὶ τὴν Χερρόνησον εἴσοδον, ἐξέτασσε τοὺς βαρβάρους παρὰ πᾶσαν τὴν Θρᾳκίαν ὀφρὺν τὴν ἀντιπαρατείνουσαν τοῖς ἀπὸ τοῦ Παρίου μέχρι Λαμψάκου καὶ Ἀβύδου καὶ τῶν ποιούντων τὴν στενὴν θάλασσαν τόπων.