Ancient Greek
Book 5, Chapter 21
Zosimus, Historia Nova 5.21.4
Not analysed yet
θεασάμενοι δὲ τὸν στρατηγὸν οἱ τῶν ἄλλων νεῶν ἐπιβάται καὶ μιμησάμενοι τοὺς μὲν κατεκέντησαν, τοὺς δὲ τῶν ξύλων ἐκπεσόντας εἶχεν ἡ θάλασσα, μηδενὸς ὡς εἰπεῖν διαφυγεῖν τὸν θάνατον δυνηθέντος. ἐπὶ τούτῳ βαρυνόμενος ὁ Γαΐνης τῷ ἐλαττώματι καὶ ἀπορῶν ἐπὶ τοσούτων συμμάχων ἀποβολῇ, ὀλίγον ἀναχωρήσας τῶν ἐν Χερρονήσῳ τόπων ἐπὶ τὴν ἔξω Θρᾴκην ἀπέτρεχε. Φράουιττος δὲ διώκειν τέως οὐκ ἔγνω φεύγοντα τὸν Γαΐνην, ἀλλὰ κατὰ χώραν τὴν δύναμιν ἀνελάμβανε, τῷ δεδομένῳ παρὰ τῆς τύχης ἀρκούμενος προτερήματι.