Ancient Greek
5.22.1 to 5.22.2
Zosimus, Historia Nova 5.22.1-2
Not analysed yet
Ἀλλ̓ ὁ μὲν Γαΐνης ἐν τούτοις ἦν: Οὔλδης δὲ ὁ τὴν Οὔννων ἔχων κατ̓ ἐκείνους τοὺς χρόνους ἡγεμονίαν, οὐκ ἀσφαλὲς ἡγησάμενος εἶναι βαρβάρῳ στρατόπεδον οἰκεῖον ἔχοντι συγχωρῆσαι πέραν τοῦ Ἴστρου τὴν οἴκησιν ἔχειν, ἅμα δὲ καὶ τῷ Ῥωμαίων οἰόμενος βασιλεῖ χαριεῖσθαι τοῦτον ἀποδιώκων, εἰς μάχην αὐτῷ καταστῆναι παρεσκευάζετο καὶ συναγαγὼν τὴν δύναμιν ἀντετάττετο. καὶ Γαΐνης δὲ οὔτε πρὸς Ῥωμαίους ἐπανελθεῖν ἔτι δυνάμενος οὔτε ἄλλως τὴν ἀπειλουμένην ἔφοδον διαφυγεῖν, ὁπλίσας τοὺς σὺν αὐτῷ τοῖς Οὔννοις ἀπήντα. συμπλακέντων δὲ τῶν στρατοπέδων οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἀλλήλοις, ἀντέσχε μὲν εἴς τινας μάχας ἡ Γαΐνου μερίς, ἐπεὶ δὲ πολλοί τε ἐξ αὐτῶν ἔπεσον, ἀνῃρέθη καὶ αὐτὸς Γαΐνης, καρτερῶς καὶ γενναίως ἀγωνισάμενος.