Ancient Greek
Book 5, Chapter 23
Zosimus, Historia Nova 5.23.2
Not analysed yet
οἳ δέ, ὅπως ποτὲ διέφυγον, ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανελθόντες παρὰ πᾶσαν ἐλπίδα τῷ τε βασιλεῖ καὶ τῇ γερουσίᾳ καὶ πᾶσι τοῖς ἄλλοις ἐφάνησαν. ἐντεῦθεν ηὐξήθη τῇ συνοικούσῃ τῷ βασιλεῖ τὸ κατὰ Ἰωάννου τοῦ τῶν Χριστιανῶν ἐπισκόπου μῖσος, χαλεπαινούσῃ πρότερον μὲν αὐτῷ κωμῳδεῖν εἰωθότι κατὰ τὰς συνόδους αὐτὴν ἐν ταῖς πρὸς τὸ πλῆθος ὁμιλίαις: τότε δέ, μετὰ τὴν Ἰωάννου καὶ τῶν ἄλλων ἐπάνοδον,