Ancient Greek
Book 5, Chapter 24
Zosimus, Historia Nova 5.24.8
Not analysed yet
εἰς χώματος δὲ σχῆμα τοῦ παντὸς κάλλους μεταβληθέντος, ἡ μὲν κοινὴ δόξα καὶ ταῦτα ἐτόπαζε κόνιν καὶ αὐτὰ γενέσθαι, καθαιρόμενος δὲ ὁ τόπος καὶ πρὸς ἀνανέωσιν γενόμενος εὐτρεπὴς ἔδειξε τὰ τῶν θεῶν τούτων ἀγάλματα μόνα κρείττονα τῆς παντελοῦς ἐκείνης γεγονότα φθορᾶς: ὅπερ ἅπασι τοῖς χαριεστέροις ἀμείνους ἐπὶ τῇ πόλει δέδωκεν ἔχειν ἐλπίδας, ὡς δὴ τῶν θεῶν τούτων ἔχεσθαι τῆς ὑπὲρ αὐτῆς ἀεὶ βουλομένων προνοίας. ἀλλὰ ταῦτα μέν, ὅπῃ τῷ θείῳ δοκεῖ, πάντα προΐτω.