Ancient Greek
5.25.2 to 5.25.4
Zosimus, Historia Nova 5.25.2-4
Not analysed yet
ἐποίει δὲ ῥᾳδίας αὐτοῖς τὰς ἐπιδρομὰς ἡ προλαβοῦσα τῆς χώρας ἐκείνης ἅλωσις, ἣν ἡ Τριβιγίλδου καὶ τῶν σὺν αὐτῷ βαρβάρων πεποίηκεν ἐπανάστασις. τούτων ἀπαγγελθέντων Ἀρβαζάκιος ἐκπέμπεται στρατηγὸς ὡς δὴ τοῖς ἐν Παμφυλίᾳ πράγμασι πονοῦσιν ἐπικουρήσων. δύναμιν δὲ ἀρκοῦσαν λαβών, καὶ τοὺς λῃστεύοντας ἐν τοῖς ὄρεσι συμφυγόντας ἐπιδιώξας, κώμας τε αὐτῶν εἷλε πολλὰς καὶ ἀνδρῶν οὐκ ὀλίγον ἀπέσφαξε πλῆθος. ῥᾷστά τε ἂν τέλεον ἐκράτησεν αὐτῶν καὶ τελείαν τοῖς οἰκοῦσι τὰς πόλεις ἀσφάλειαν ἐνεποίησεν, εἰ μὴ τρυφῇ καὶ ἀτόποις ἐγκείμενος ἡδοναῖς ἐχάλασε μὲν πολὺ τῆς σφοδρότητος, χρήμασι δὲ τὰς χεῖρας ὑποσχὼν τῆς κοινῆς ὠφελείας τὸ πλουτεῖν ἔμπροσθεν ἐποιήσατο. τῆς μὲν οὖν προδοσίας ἕνεκα ταύτης μετάπεμπτος εἰς τὰ βασίλεια γενόμενος εἰς κρίσιν προσεδοκᾶτο καθίστασθαι: μέρος δὲ ὧν εἰλήφει παρὰ τῶν Ἰσαύρων τῇ βασιλίδι προσαγαγὼν τήν τε κρίσιν διέφυγε καὶ τὸν πλοῦτον περὶ τὴν ἐνθάδε τρυφὴν ἐδαπάνα. τὰ μὲν οὖν τῶν Ἰσαύρων ἐν λαθραίαις ἦν ἔτι λῃστείαις, οὔπω πρὸς φανερὰν ἐπανάστασιν κατὰ τῶν πλησιαζόντων ἐθνῶν ἀναστάντα