Ancient Greek
Book 5, Chapter 26
Zosimus, Historia Nova 5.26.5
Not analysed yet
καὶ τοῖς βαρβάροις ἀπροσδοκήτοις ἐπιπεσὼν ἅπαν τὸ πολέμιον πανωλεθρίᾳ διέφθειρεν, ὥστε μηδένα σχεδὸν ἐκ τούτων περισωθῆναι, πλὴν ἐλαχίστους ὅσους αὐτὸς τῇ Ῥωμαίων προσέθηκεν συμμαχίᾳ. ἐπὶ ταύτῃ μέγα φρονῶν ὁ Στελίχων εἰκότως τῇ νίκῃ, μετὰ τοῦ στρατοπέδου παρὰ πάντων ὡς εἰπεῖν στεφανούμενος ἐπανῄει, παρὰ πᾶσαν ἐλπίδα τῶν προσδοκηθέντων κινδύνων τὴν Ἰταλίαν ἐλευθερώσας.