Ancient Greek
Book 5, Chapter 28
Zosimus, Historia Nova 5.28.1
Not analysed yet
Τριβέντος δὲ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος ἐπιλαβόντος ὕπατοι μὲν ἀνεδείχθησαν Βάσσος καὶ Φίλιππος, ὁ δὲ βασιλεὺς Ὁνώριος, οὐ πρὸ πολλοῦ Μαρίας αὐτῷ τελευτησάσης τῆς γαμετῆς, τὴν ταύτης ἀδελφὴν Θερμαντίαν ᾔτει οἱ δοθῆναι πρὸς γάμον. ἀλλ̓ ὁ μὲν Στελίχων . . ἐνδώσειν πρὸς τοῦτο, Σερήνα δὲ ἐνέκειτο, πραχθῆναι βουλομένη τὸν γάμον τοιᾶσδε ἕνεκεν αἰτίας.