Ancient Greek
5.30.4 to 5.30.5
Zosimus, Historia Nova 5.30.4-5
Not analysed yet
τοῦ δὲ οὐκ ἀποστάντος ἧς εἶχε γνώμης, Ἰουστινιανὸς ἐν τῷ τῶν συνηγόρων κατὰ τὴν Ῥώμην ἐπιτηδεύματι διαπρέψας, αἱρεθεὶς δὲ παρὰ Στελίχωνος πάρεδρός τε ὁμοῦ καὶ σύμβουλος, ὑπὸ τῆς ἄγαν ἀγχινοίας φαίνεται τὰ τῆς βασιλικῆς ὁδοῦ τεκμαιρόμενος, καὶ ὡς ἀλλοτρίως ἔχοντες πρὸς Στελίχωνα οἱ ἐν τῷ Τικήνῳ στρατιῶται τοῦ βασιλέως ἐπιδημήσαντος εἰς τὸν ἔσχατον αὐτὸν καταστήσουσι κίνδυνον. διετέλει τε παραινῶν ἐκστῆναι τὸν βασιλέα τῆς τοιαύτης ὁρμῆς. ὁρῶν δὲ ἀπειθοῦντα τοῖς Στελίχωνος λόγοις ἀπιὼν ᾤχετο, δέει τοῦ μὴ διὰ τὴν οἰκειότητα συγκατενεχθῆναι τῇ Στελίχωνος τύχῃ.