Ancient Greek
Book 5, Chapter 32
Zosimus, Historia Nova 5.32.6
Not analysed yet
ἀνῃρέθησαν δὲ τῶν ἀρχόντων ὅσοι καὶ μετὰ τὴν φυγὴν ἥλωσαν, ὅ τε τῶν ἐν τῇ αὐλῇ τάξεων μάγιστρος Ναιμόριος καὶ Πατρώινος ὁ τῶν θησαυρῶν προεστὼς καὶ ὁ τῶν ἀνηκόντων ἰδίᾳ τῷ βασιλεῖ ταμιείων προβεβλημένος, καὶ ἐπὶ τούτοις Σάλβιος ὁ τὰ. βασιλεῖ δοκοῦντα τεταγμένος ὑπαγορεύειν, ὃν κοιαίστωρα καλεῖν οἱ ἀπὸ Κωνσταντίνου δεδώκασι χρόνοι: τούτῳ γὰρ οὐδὲ τὸ τῶν ποδῶν ἀντιλαβέσθαι τοῦ βασιλέως ἤρκεσε πρὸς ἀποφυγὴν τοῦ θανάτου.