# Historia Nova 5.34.1

Zosimus, Historia Nova, Book 5, Chapter 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.34.1

Ἐπὶ τούτοις ἀπορουμένου Στελίχωνος, οἱ σὺν αὐτῷ βάρβαροι τὰ πρότερον αὐτοῖς ἐσκεμμένα κρατεῖν ἐθέλοντες ἀφέλκειν μὲν αὐτὸν ὧν μετὰ ταῦτα ἔκρινεν ἐπεχείρουν: ὡς δὲ οὐκ ἔπειθον, οἱ μὲν ἄλλοι πάντες ἔν τισι χωρίοις ἔκριναν ἐπιμεῖναι, μέχρις ἂν ἣν εἶχεν ὁ βασιλεὺς περὶ Στελίχωνος γνώμην σαφέστερον ἐπιδείξειε, Σάρος δὲ καὶ σώματος ῥώμῃ καὶ ἀξιώσει τῶν ἄλλων συμμάχων προέχων, μετὰ τῶν ὑπ’ αὐτὸν τεταγμένων βαρβάρων ἀνελὼν καθεύδοντας ἅπαντας οἳ Στελίχωνι προσεδρεύοντες ἔτυχον Οὖννοι, καὶ τῆς ἑπομένης αὐτῷ πάσης ἀποσκευῆς γενόμενος ἐγκρατὴς ἐπὶ τὴν τούτου σκηνὴν ἐχώρει, καθ̓ ἣν διατρίβων ἀπεσκόπει τὰ συμβησόμενα.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
