# Historia Nova 5.34.2-4

Zosimus, Historia Nova, 5.34.2 to 5.34.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.34.2

Στελίχων μὲν οὖν καὶ τῶν σὺν αὐτῷ βαρβάρων διαστάντων ἐπὶ τὴν Ῥάβενναν ἀπιὼν παρεγγυᾷ ταῖς πόλεσιν, ἐν αἷς βαρβάρων ἔτυχον οὖσαι γυναῖκες καὶ παῖδες, μηδένα δέχεσθαι βαρβάρων αὐταῖς προσιόντα: τῆς δὲ τοῦ βασιλέως γνώμης ἤδη κύριος Ὀλύμπιος γεγονὼς τοῖς ἐν τῇ Ῥαβέννῃ στρατιώταις ἔστελλε βασιλικὰ γράμματα κελεύοντα συλληφθέντα Στελίχωνα τέως ἐν ἀδέσμῳ παῤ αὐτῶν ἔχεσθαι φυλακῇ. τοῦτο μαθὼν ὁ Στελίχων ἐκκλησίαν τινὰ τῶν Χριστιανῶν πλησίον οὖσαν νυκτὸς οὔσης ἔτι κατέλαβεν. ὅπερ οἱ συνόντες αὐτῷ βάρβαροι καὶ ἄλλως οἰκεῖοι τεθεαμένοι, μετὰ οἰκετῶν ὡπλισμένοι τὸ ἐσόμενον ἀπεσκόπουν. ἐπεὶ δὲ ἡμέρα ἦν ἤδη, παρελθόντες εἰς τὴν ἐκκλησίαν οἱ στρατιῶται, καὶ ὅρκοις πιστωσάμενοι τοῦ ἐπισκόπου παρόντος ὡς οὐκ ἀνελεῖν αὐτὸν ἀλλὰ φυλάξαι μόνον παρὰ βασιλέως ἐτάχθησαν, ἐπειδὴ τῆς ἐκκλησίας ὑπεξελθὼν ὑπὸ τὴν τῶν στρατιωτῶν ἦν φυλακήν, ἀπεδίδοτο δεύτερα γράμματα παρὰ τοῦ κεκομικότος τὰ πρότερα, θανάτου τιμώμενα τὰ κατὰ τῆς πολιτείας ἡμαρτημένα Στελίχωνι.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
