Ancient Greek
Book 5, Chapter 34
Zosimus, Historia Nova 5.34.5
Not analysed yet
Εὐχερίου δὲ τοῦ τούτου παιδὸς ἐν τῷ ταῦτα γενέσθαι πεφευγότος καὶ εἰς τὴν Ῥώμην ἀναχωρήσαντος, ἤγετο Στελίχων ἐπὶ τὸν θάνατον. τῶν δὲ περὶ αὐτὸν βαρβάρων καὶ οἰκετῶν καὶ ἄλλως οἰκείων ʽἦσαν γὰρ πλῆθος οὐ μέτριον̓ ἀφελέσθαι τῆς σφαγῆς αὐτὸν ὁρμησάντων, σὺν ἀπειλῇ πάσῃ καὶ φόβῳ ταύτης αὐτοὺς Στελίχων ἀποστήσας τῆς ἐγχειρήσεως τρόπον τινὰ τὸν τράχηλον αὐτὸς ὑπέσχε τῷ ξίφει, πάντων ὡς εἰπεῖν τῶν ἐν ἐκείνῳ δυναστευσάντων τῷ χρόνῳ γεγονὼς μετριώτερος.