Ancient Greek
Book 5, Chapter 35
Zosimus, Historia Nova 5.35.2
Not analysed yet
πανταχόθεν δὲ τῶν Στελίχωνος οἰκείων ἢ ἄλλως τὰ τούτου φρονεῖν δοκούντων ἐρευνωμένων, εἰς κρίσιν ἤγοντο Δευτέριος ὁ τῆς φυλακῆς τοῦ βασιλικοῦ κοιτῶνος προεστὼς καὶ Πέτρος ὁ τοῦ τάγματος τῶν ὑπογραφέων ἡγούμενος, καὶ δημοσίαν ὑποστάντες ἐξέτασιν ἠναγκάζοντό τι περὶ Στελίχωνος λέγειν. ὡς δὲ οὔτε καθ̓ ἑαυτῶν οὔτε κατ̓ ἐκείνου διδάσκειν εἶχον οὐδέν, διαμαρτὼν ὁ Ὀλύμπιος τῆς σπουδῆς ῥοπάλοις παίεσθαι αὐτοὺς παρεσκεύαζεν ἄχρι θανάτου.