Ancient Greek
Book 5, Chapter 37
Zosimus, Historia Nova 5.37.4
Not analysed yet
ἐντεῦθεν ἐπὶ τὴν Ῥώμην ὁρμήσας πάντα τὰ ἐν ποσὶν ἐλῄζετο φρούριά τε καὶ πόλεις, ὥστε εἰ μὴ πρὸ τῆς τῶν βαρβάρων εἰς τούτους τοὺς τόπους ἀφίξεως διαδράντες ἔφθησαν Ἀρσάκιός τε καὶ Τερέντιος οἱ εὐνοῦχοι, καὶ τὸν Στελίχωνος υἱὸν Εὐχέριον εἰς τὴν Ῥώμην εἰσήγαγον κατὰ πρόσταγμα τοῦ βασιλέως ἀποθανούμενον, καὶ ἔργον οἷς βασιλεὺς ἐκέλευσεν ἐπετέθη, πάντως ἂν ὁ νέος εἰς χεῖρας ἐλθὼν Ἀλλαρίχου περιεσώθη.