Ancient Greek
Book 5, Chapter 37
Zosimus, Historia Nova 5.37.6
Not analysed yet
ὄφελος δὲ μέγα τῆς πολιτείας ὁ βασιλεὺς ἡγησάμενος εἰ τοὺς εὐνούχους ἀποδόντας Θερμαντίαν τῇ μητρὶ καὶ ἀνελόντας Εὐχέριον ὑπὲρ τούτων ἀμείψαιτο τῶν ἀνδραγαθημάτων, Τερέντιον μὲν ἔταξεν ἄρχειν τοῦ βασιλικοῦ κοιτῶνος, Ἀρσακίῳ δὲ τὴν μετὰ τοῦτον ἔδωκε τάξιν. ἀνελὼν δὲ Βαθανάριον τῶν ἐν τῇ μεγάλῃ Λιβύῃ στρατιωτῶν . . ,Στελίχωνος ἀδελφῆς ἄνδρα γενόμενον, Ἡρακλειανῷ παρέδωκε τὴν ἀρχήν, αὐτόχειρι Στελίχωνος ὄντι καὶ ταύτην ἔπαθλον τὴν τιμὴν δεξαμένῳ.