Ancient Greek
Book 5, Chapter 38
Zosimus, Historia Nova 5.38.3
Not analysed yet
κατελιμπάνετο δὲ πάσης ἱερουργίας τὰ τεμένη. τότε τοίνυν ἐπεγγελῶσα τούτοις ἡ Σερήνα τὸ μητρῷον ἰδεῖν ἐβουλήθη, θεασαμένη δὲ τῷ τῆς Ῥέας ἀγάλματι περικείμενον ἐπὶ τοῦ τραχήλου κόσμον τῆς θείας ἐκείνης ἄξιον ἁγιστείας, περιελοῦσα τοῦ ἀγάλματος τῷ ἑαυτῆς ἐπέθηκε τραχήλῳ: καὶ ἐπειδὴ πρεσβῦτις ἐκ τῶν Ἑστιακῶν περιλελειμμένη παρθένων ὠνείδισεν αὐτῇ κατὰ πρόσωπον τὴν ἀσέβειαν, περιύβρισέ τε καὶ ἀπελαύνεσθαι διὰ τῶν ἑπομένων ἐκέλευσεν.