Ancient Greek
Book 5, Chapter 38
Zosimus, Historia Nova 5.38.5
Not analysed yet
λέγεται δὲ καὶ Στελίχωνα δἰ ἑτέραν οὐ πόρρω ταύτης ἀσέβειαν τῆς Δίκης τὰ ἀπόρρητα μὴ διαφυγεῖν: καὶ οὗτος γὰρ θύρας ἐν τῷ τῆς Ῥώμης Καπιτωλίῳ χρυσίῳ πολὺν ἕλκοντι σταθμὸν ἠμφιεσμένας ἀπολεπίσαι προστάξαι, τοὺς δὲ τοῦτο πληρῶσαι ταχθέντας εὑρεῖν ἐν τινι μέρει τῶν θυρῶν γεγραμμένον μισερο ρεγι σερϝαντυρ, ὅπερ ἐστίν ἀθλίῳ τυράννῳ φυλάττονται. καὶ εἰς ἔργον ἐξέβη τὸ γεγραμμένον: ἀθλίως γὰρ καὶ ἐλεεινῶς τὸν βίον ἀπέλιπεν.