Ancient Greek
5.41.1 to 5.41.2
Zosimus, Historia Nova 5.41.1-2
Not analysed yet
Περὶ δὲ ταῦτα οὖσιν αὐτοῖς Πομπηιανὸς ὁ τῆς πόλεως ὕπαρχος ἐνέτυχέ τισιν ἐκ Τουσκίας εἰς τὴν Ῥώμην ἀφικομένοις, οἳ πόλιν ἔλεγόν τινα Ναρνίαν ὄνομα τῶν περιστάντων ἐλευθερῶσαι κινδύνων, καὶ τῇ πρὸς τὸ θεῖον εὐχῇ καὶ κατὰ τὰ πάτρια θεραπείᾳ βροντῶν ἐξαισίων καὶ πρηστήρων ἐπιγενομένων τοὺς ἐπικειμένους βαρβάρους ἀποδιῶξαι. τούτοις διαλεχθεὶς ἔπεισεν ὅσα ἐκ τῶν ἱερατικῶν ὄφελος. ἐπεὶ δὲ τὴν κρατοῦσαν κατὰ νοῦν ἐλάμβανε δόξαν, ἀσφαλέστερον ἐθέλων πρᾶξαι τὸ σπουδαζόμενον ἀνατίθεται πάντα τῷ τῆς πόλεως ἐπισκόπῳ: ἦν δὲ Ἰννοκέντιος. ὃ δὲ τὴν τῆς πόλεως σωτηρίαν ἔμπροσθεν τῆς οἰκείας ποιησάμενος δόξης λάθρᾳ ἐφῆκεν ποιεῖν αὐτοῖς ἅπερ ἴσασιν.