Ancient Greek
Book 5, Chapter 42
Zosimus, Historia Nova 5.42.1
Not analysed yet
Τὰ μὲν οὖν χρήματα τοῦτον συνεκομίσθη τὸν τρόπον, ἐδόκει δὲ πρὸς τὸν βασιλέα πρεσβείαν σταλῆναι κοινωσομένην αὐτῷ περὶ τῆς ἐσομένης εἰρήνης, καὶ ὡς οὐ τὰ χρήματα μόνον Ἀλλάριχος ἀλλὰ καὶ παῖδας τῶν εὖ γεγονότων ὁμήρους ἐθέλοι λαβεῖν ἐφ̓ ᾧ δὴ μὴ μόνον εἰρήνην ἀλλὰ καὶ ὁμαιχμίαν πρὸς τὸν βασιλέα ποιήσασθαι, χωρήσειν τε ὁμόσε Ῥωμαίοις κατὰ παντὸς ἐναντία τούτοις φρονεῖν βουλομένου.