Ancient Greek
Book 5, Chapter 43
Zosimus, Historia Nova 5.43.2
Not analysed yet
ταύτης ἀκηκοὼς ὁ βασιλεὺς τῆς αἰτήσεως, θεωρῶν τε ὡς οὐ ῥᾴδιον αὐτῷ τῶν σὺν Ἀλλαρίχῳ βαρβάρων οὐ πόρρω ὄντων περὶ πολέμων ἑτέρων διανοεῖσθαι, καὶ προσέτι γε λόγον ποιούμενος συγγενῶν οἰκείων παρὰ τοῦ τυράννου κατεχομένων ʽοὗτοι δὲ ἦσαν Βερηνιανὸς καὶ Δίδυμοσ̓, ἐνδίδωσι ταῖς αἰτήσεσιν, ἐκπέμπει δὲ αὐτῷ καὶ βασιλικὴν ἐσθῆτα. τῶν μὲν οὖν συγγενῶν ἕνεκα ματαίαν εἶχε φροντίδα, πρὸ ταύτης τῆς πρεσβείας ἀποσφαγέντων, τοὺς δὲ εὐνούχους ἐπὶ τούτοις ἀπέπεμπεν.