Ancient Greek
Book 5, Chapter 44
Zosimus, Historia Nova 5.44.2
Not analysed yet
ταύτῃ τοι τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ̓ οἷς ἐληλύθασι, παραλύσας Θεόδωρον τῆς τῶν ὑπάρχων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν, Ἄτταλον δὲ προεστάναι τῶν θησαυρῶν ἔταξεν. ἔργον δὲ οὐδὲν ἕτερον ἔχοντος Ὀλυμπίου ἢ τὸ πανταχόθεν τοὺς Στελίχωνι συνεπίστασθαί τι λεγομένους ἰχνεύειν, ἤχθησαν εἰς κρίσιν ἐπὶ τῇ τοιαύτῃ συκοφαντίᾳ Μαρκελλιανὸς καὶ Σαλώνιος, ὄντες ἀδελφοὶ καὶ ἐν τῷ τάγματι τῶν βασιλικῶν ὑπογραφέων ἀναφερόμενοι: καὶ τούτους γὰρ Ὀλύμπιος τῷ τῆς αὐλῆς παρέδωκεν ὑπάρχῳ, καὶ αἰκισμοῦ παντὸς εἴδει τὸ σῶμα ξανθέντες τῶν Ὀλυμπίῳ σπουδαζομένων εἶπον οὐδέν.