Ancient Greek
Book 5, Chapter 48
Zosimus, Historia Nova 5.48.1
Not analysed yet
Καταστήσας δὲ ὁ βασιλεὺς Εὐσέβιον μὲν ἀντὶ Τερεντίου φύλακα τοῦ κοιτῶνος, Οὐάλεντι δὲ τὴν ἀρχὴν ἣν εἶχε Τουρπιλλίων παραδούς, καὶ μετὰ Βιγελάντιον Ἀλλόβιχον ἵππαρχον καταστήσας, τὴν μὲν τῶν στρατιωτῶν παύειν πως ἔδοξε στάσιν, Ἰόβιος δὲ ὁ τῆς αὐλῆς ὕπαρχος, πᾶσαν εἰς αὑτὸν τὴν παρὰ βασιλεῖ δύναμιν περιστήσας, ἔγνω πρέσβεις ἐκπέμψαι πρὸς Ἀλλάριχον, ἄχρι τῆς Ῥαβέννης αὐτὸν παραγενέσθαι σὺν Ἀταούλφῳ παρακαλοῦντας ὡς δὴ τῆς εἰρήνης αὐτόθι γενησομένης.