Ancient Greek
Book 5, Chapter 48
Zosimus, Historia Nova 5.48.4
Not analysed yet
ταύτην δεξάμενος ὁ βασιλεὺς τὴν ἐπιστολὴν καταγινώσκει μὲν τῆς Ἰοβίου προπετείας, γράμμασι δὲ ἐχρῆτο πρὸς αὐτὸν δἰ ὧν ἐδήλου χρυσίου μὲν καὶ σίτου μέτρον αὐτὸν ὁρίσαι προσήκειν οἷα τῆς αὐλῆς ὕπαρχον ὄντα καὶ τὴν τῶν δημοσίων φόρων ἐπιστάμενον δύναμιν, ἀξίαν δὲ ἢ στρατηγίαν μή ποτε Ἀλλαρίχῳ δώσειν ἤ τισι τῶν τῷ γένει προσηκόντων.