# Historia Nova 5.5.1-6

Zosimus, Historia Nova, 5.5.1 to 5.5.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.5.1

τούτων ὁ Ῥουφῖνος αἰσθόμενος ἐκ πάσης ἐβουλεύετο μηχανῆς ἐκποδὼν γενέσθαι τῆς Στελίχωνος ἐπὶ τὴν ἑῴαν ὁρμῆς, καταλῦσαι δὲ οὐδὲν ἧττον καὶ ἀσθενεστέραν τὴν οὖσαν Ἀρκαδίῳ στρατιωτικὴν δύναμιν καταστῆσαι. ταῦτα δὴ πάντα πραγματευόμενος ἄνδρας εὗρε πρὸς ταῦτα πονηροτέρους ἤπερ ἐβούλετο, οἷς χρησάμενος μεγάλων ἦρξε τῇ Ῥωμαίων ἐπικρατείᾳ κακῶν. τὸ δὲ ὅπως ἐρῶ. Μουσώνιος, Ἕλλην ἀνὴρ καὶ παιδείας ἥκων εἰς ἄκρον, τριῶν ἐγένετο παίδων πατήρ, οἷς ὀνόματα ἦν Μουσώνιος καὶ Ἀντίοχος καὶ Ἀξίοχος. ἀλλὰ Μουσώνιος μὲν καὶ Ἀξίοχος παιδείᾳ καὶ καλοκἀγαθίᾳ τὰς τοῦ πατρὸς ἐπεθύμουν παραδραμεῖν ἀρετάς, Ἀντίοχος δὲ πᾶσιν ἐνηβρύνετο τοῖς ἐναντίοις, αὐτὸ πονηρίας ὄργανον ὤν. τοῦτον ἁρμόδιον οἷς ἐβούλετο Ῥουφῖνος εὑρὼν ἀνθύπατον καθίστησι τῆς Ἑλλάδος, ἕτοιμον έθέλων τοῖς ἐπιοῦσι βαρβάροις ποιῆσαι τὴν αὐτῆς ἀπώλειαν, Γεροντίῳ τὴν ἐν Θερμοπύλαις παραδοὺς φυλακήν, ὑπηρετησομένῳ ταῖς αὐτοῦ κατὰ τῆς πολιτείας ἐννοίαις. ταῦτα Ῥοῦφῖνος πονηρευσάμενος, ἐπειδὴ στασιάζοντα καὶ ἀλλοτριώσαντα τῶν νόμων ἑαυτὸν ἐθεώρησεν Ἀλάριχον ʽἠγανάκτει γὰρ ὅτι μὴ στρατιωτικῶν ἡγεῖτο δυνάμεων ἀλλὰ μόνους εἶχε τοὺς βαρβάρους, οὓς Θεοδόσιος ἔτυχεν αὐτῷ παραδοὺς ὅτε σὺν αὐτῷ τὴν Εὐγενίου τυραννίδα καθεῖλἐ, τότε τοίνυν ἐσήμαινε δἰ ἀπορρήτων αὐτῷ προσωτέρω τοὺς σὺν αὐτῷ βαρβάρους ἤ ἄλλως σύγκλυδας ὄντας ἐξαγαγεῖν, ὡς ἑτοίμων ἁπάντων εἰς ἅλωσιν ἐσομένων. ἐπὶ τούτοις Ἀλάριχος τῶν Θρᾴκης ἀπανίστατο τόπων, καὶ ἐπὶ Μακεδονίαν προῄει καὶ Θεσσαλίαν, πάντα καταστρεφόμενος τὰ ἐν μέσῳ. γενόμενος δὲ Θερμοπυλῶν πλησίον ἔπεμπε λάθρᾳ πρὸς Ἀντίοχον τὸν ἀνθύπατον καὶ Γερόντιον τὸν ἐφεστηκότα τῇ Θερμοπυλῶν φυλακῇ τοὺς τὴν ἔφοδον ἀγγελοῦντας. καὶ ὃ μὲν ἀπεχώρει μετὰ τῶν φυλάκων, ἐνδιδοὺς ἐλευθέραν καὶ ἀκώλυτον τὴν ἐπὶ τὴν Ἑλλάδα πάροδον τοῖς βαρβάροις: οἳ δὲ ἐπὶ λείαν ἕτοιμον τῶν ἀγρῶν καὶ παντελῆ τῶν πόλεων ἀπώλειαν ἐχώρουν, τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάττοντες, παιδάρια δὲ καὶ γυναῖκας ἀγεληδὸν ἅμα τῷ πλούτῳ παντὶ λῃζόμενοι.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
