# Historia Nova 5.50.1-2

Zosimus, Historia Nova, 5.50.1 to 5.50.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.50.1

Τούτων δὲ πραχθέντων ὁ βασιλεὺς ὡς δὴ πολεμήσων Ἀλλαρίχῳ μυρίους εἰς συμμαχίαν Οὔννους ἐπεκαλεῖτο: τροφὴν δὲ τούτοις ἕτοιμον εἶναι παροῦσι βουλόμενος, σῖτον καὶ πρόβατα καὶ βόας τοὺς ἀπὸ τῆς Δελματίας εἰσφέρειν ἐκέλευεν. ἔπεμπε δὲ τοὺς κατασκοπήσοντας ὅπως τὴν ἐπὶ τὴν Ῥώμην ὁδὸν Ἀλλάριχος ποιεῖται, καὶ πανταχόθεν τὰς δυνάμεις συνήθροιζεν. Ἀλλάριχος δὲ εἰς μετάμελον ἐλθὼν ἐπὶ τῇ κατὰ τῆς Ῥώμης ὁρμῇ, τοὺς κατὰ πόλιν ἐπισκόπους ἐξέπεμπε πρεσβευσομένους ἅμα καὶ παραινοῦντας τῷ βασιλεῖ μὴ περιιδεῖν τὴν ἀπὸ πλειόνων ἢ χιλίων ἐνιαυτῶν τοῦ πολλοῦ τῆς γῆς βασιλεύουσαν μέρους ἐκδεδομένην βαρβάροις εἰς πόρθησιν, μηδὲ οἰκοδομημάτων μεγέθη τηλικαῦτα διαφθειρόμενα πολεμίῳ πυρί, θέσθαι δὲ τὴν εἰρήνην ἐπὶ μετρίαις σφόδρα συνθήκαις.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
