Ancient Greek
Book 5, Chapter 6
Zosimus, Historia Nova 5.6.2
Not analysed yet
ταύτην Ἀλλάριχος τὴν ὄψιν οὐκ ἐνεγκὼν πάσης μὲν ἀπέστη κατὰ τῆς πόλεως ἐγχειρήσεως, ἐπεκηρυκεύετο δέ. προσδεξαμένων τοὺς λόγους, ὅρκους τε λαβόντων καὶ δόντων, εἰσῄει σὺν ὀλίγοις Ἀλλάριχος εἰς τὰς Ἀθήνας. τυχὼν δὲ φιλοφροσύνης ἁπάσης, λουσάμενός τε καὶ κοινωνήσας ἑστιάσεως τοῖς ἐν τῇ πόλει λογάσι, καὶ προσέτι γε δῶρα λαβών, ἀπεχώρει τήν τε πόλιν ἀβλαβῆ καὶ τὴν Ἀττικὴν πᾶσαν καταλιπών.