# Historia Nova 5.7.1-4

Zosimus, Historia Nova, 5.7.1 to 5.7.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.7.1

Ῥουφῖνος μὲν οὖν, ἀγγελθέντος αὐτῷ τοῦ περὶ τὴν Ἑλλάδα πάθους, ἐπίδοσιν ἐλάμβανεν ἧς εἶχε περὶ τὴν βασιλείαν ἐπιθυμίας: συνταραττομένου γὰρ τοῦ πολιτεύματος οὐδὲν ἐμποδὼν ᾤετο αὑτῷ φανήσεσθαι πρὸς τὴν τοιαύτην ἐπιχείρησιν: Στελίχων δὲ ναυσὶ στρατιώτας ἐμβιβάσας τοῖς κατὰ τὴν Ἀχαῒαν δυστυχήμασιν ὥρμητο βοηθεῖν,καὶ τῇ Πελοποννήσῳ προσσχὼν εἰς Φολόην συμφυγεῖν τοὺς βαρβάρους ἠνάγκασε. καὶ ῥᾷστα διέφθειρεν ἂν αὐτοὺς σπάνει τῶν ἐπιτηδείων, εἰ μὴ τρυφῇ καὶ μίμοις γελοίων ἥκιστά τε αἰσχυνομέναις γυναιξὶν ἐκδοὺς ἑαυτὸν ἀφῆκε τοὺς στρατιώτας, ὅσα καταλελοίπασιν οἱ βάρβαροι, ἁρπάζειν, τοῦ τε δοῦναι τοῖς πολεμίοις εὐρυχωρίαν ἀναχωρήσασι τῆς Πελοποννήσου μετὰ πάσης τῆς λείας εἰς τὴν Ἤπειρον διαβῆναι καὶ τὰς ἐν ταύτῃ λῄσασθαι πόλεις. ὅπερ αὐτοὺς ὁ Στελίχων πεποιηκότας ἰδὼν ἄπρακτος ἐπὶ τὴν Ἰταλίαν ἀπέπλευσε, μείζονα καὶ χαλεπώτερα τοῖς Ἕλλησι κακὰ δἰ ὧν ἐπήγετο στρατιωτῶν ἐπιθείς. ἐπεὶ δὲ παρεγένετο, παραχρῆμα θάνατον ἔγνω Ῥουφίνῳ κατασκευάσαι τρόπῳ τοιῷδε. πρὸς τὸν βασιλέα ποιεῖται λόγους Ὁνώριον ὡς προσήκει τέλη τινὰ στρατιωτικὰ στεῖλαι πρὸς Ἀρκάδιον τὸν ἀδελφόν, ἐπαμυνοῦντα τοῖς ἐν τῇ ἐπικρατείᾳ τῇ τούτου κεκακωμένοις ἔθνεσι. καὶ ὅπερ ἐγνώκει πράττειν ἐπιτραπεὶς ἔταττε τοὺς ἐπὶ τούτῳ σταλησομένους, Γαΐνην δὲ αὐτοῖς ἐπιστήσας ἡγεμόνα, ὅσα ἐπὶ Ῥουφίνου διενοεῖτο ἐξεῖπε. τῶν δὲ στρατιωτῶν ἤδη πλησίον τῆς Κωνσταντινουπόλεως ὄντων, φθάσας ὁ Γαΐνης ἀπήγγειλεν Ἀρκαδίῳ τῷ βασιλεῖ τὴν αὐτῶν παρουσίαν, καὶ ὡς παραγένοιντο τοῖς πράγμασι πεπονηκόσιν ἐφιέμενοι βοηθεῖν.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
