Ancient Greek
Book 5, Chapter 7
Zosimus, Historia Nova 5.7.5
Not analysed yet
τοῦ δὲ βασιλέως ἡσθέντος ἐπὶ τῇ τούτων ἀφίξει, ὑπαντῆσαι τοῖς στρατιώταις εἰσιέναι μέλλουσι παρεκάλει τὸν βασιλέα Γαΐνης: ταύτης γὰρ τῆς τιμῆς ἠξιῶσθαι τοὺς στρατιώτας ἔλεγε σύνηθες εἶναι. πεισθέντος δὲ τοῦ βασιλέως καὶ πρὸ τῆς πόλεως ὑπαντήσαντος, εἵπετο καὶ ὁ Ῥουφῖνος, οἷα τῆς αὐλῆς ὕπαρχος. ἐπεὶ δὲ προσκυνήσαντες τῆς προσηκούσης ἠξιώθησαν παρὰ τοῦ βασιλέως φιλοφροσύνης, δόντος Γαΐνου τὸ σύνθημα πάντες ὁμοῦ τὸν Ῥουφῖνον ἀπολαβόντες ἐν μέσῳ τοῖς ξίφεσι παίουσι: