# Historia Nova 5.9.3

Zosimus, Historia Nova, Book 5, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/5.9.3

πάντων δὲ δυσανασχετούντων ἐφ̓ οἷς ἀλλαντοπώλης ἄνθρωπος τὸν ἐν ἀρχαῖς καὶ ἀξίαις διαπρέψαντα τοσαύταις ἵστατο κρίνων, ἀνεχώρει μὲν τῆς κρίσεως ὁ βασιλεύς, ἐπέτρεπε δὲ ταύτην Σατουρνίνῳ καὶ Προκοπίῳ. τούτοιν δὲ ὁ μὲν εἷς εἰς γῆρας ἦν βαθὺ προελθὼν καὶ μεγάλαις τετιμημένος ἀξίαις, οὐκ ἔξω δὲ κολακείας, ἀλλ̓ εἰωθὼς ἐν ταῖς κρίσεσι τὰς τῶν βασιλεῖ παραδυναστευόντων θεραπεύειν ὁρμάς τε καὶ γνώμας: ὁ δὲ Προκόπιος τοῦ μὲν βασιλέως ἐγεγόνει Οὐάλεντος κηδεστής, σκαιὸς δέ τις ὤν καὶ ἀνάγωγος ἔν τισιν ἐδόκει τἀληθῆ μετὰ παρρησίας ἐκφαίνειν.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
