Ancient Greek
Book 6, Chapter 10
Zosimus, Historia Nova 6.10.2
Not analysed yet
καὶ τὰς μὲν ἄλλας σὺν οὐδενὶ παρεστήσατο πόνῳ, Βονωνίαν δὲ πολιορκήσας, ἀνασχομένην ἡμέραις πολλαῖς οὐ δυνηθεὶς ἑλεῖν, ἐπὶ Λίγυας ἐχώρει, κἀκείνους Ἄτταλον δέξασθαι βασιλέα συναναγκάζων. Ὁνωρίου δὲ γράμμασι πρὸς τὰς ἐν Βρεττανίᾳ χρησαμένου πόλεις φυλάττεσθαι παραγγέλλουσι, δωρεαῖς τε ἀμειψαμένου τοὺς στρατιώτας ἐκ τῶν παρὰ Ἡρακλειανοῦ πεμφθέντων χρημάτων, ὁ μὲν Ὁνώριος ἦν ἐν ῥᾳστώνῃ πάσῃ, τὴν τῶν ἁπανταχοῦ στρατιωτῶν ἐπισπασάμενος εὔνοιαν: