Ancient Greek
Book 6, Chapter 13
Zosimus, Historia Nova 6.13.2
Not analysed yet
Σάρου μετὰ βαρβάρων εὐαριθμήτων ἐν τῷ Πικήνῳ διατρίβοντος καὶ μήτε Ὁνωρίῳ τῷ βασιλεῖ μήτε Ἀλλαρίχῳ προσθεμένου, δυσμενῶς ἔχων πρὸς αὐτὸν Ἀτάουλφος ἔκ τινος προλαβούσης ἀλλοτριότητος ἐπέρχεται πανστρατιᾷ τοῖς τόποις ἐν οἷς τὸν Σάρον συνέβαινεν εἶναι. ταύτης αἰσθόμενος τῆς ἐφόδου, πρὸς μάχην τε ἀρκέσειν οὐκ οἰηθεὶς μόνων αὐτῷ τριακοσίων συνόντων ἀνδρῶν, ἔγνω δραμεῖν πρὸς Ὁνώριον καὶ κοινωνῆσαι τοῦ πρὸς Ἀλλάριχον πολέμου.