Ancient Greek
Book 6, Chapter 2
Zosimus, Historia Nova 6.2.4
Not analysed yet
Νεβιογάστου δὲ τοῦ λειπομένου στρατηγοῦ λόγους τῷ Σάρῳ περὶ φιλίας προσάγοντος ἐδέχετο μὲν ὡς φίλον τὸν ἄνδρα, δοὺς δὲ καὶ λαβὼν ὅρκους ἀναιρεῖ παραχρῆμα, μηδένα τῶν ὅρκων ποιησάμενος λόγον. Κωνσταντίνου δὲ στρατηγὸν καταστήσαντος Ἐδόβινχον, Φράγγον ὄντα τὸ γένος, Γερόντιόν τε ἀπὸ τῆς Βρεττανίας ὁρμώμενον, δείσας ὁ Σάρος τὴν τῶν στρατηγῶν τούτων περὶ τὰ πολέμια πεῖραν ὁμοῦ καὶ ἀνδρείαν ἀνεχώρησε τῆς Βαλεντίας, ἑπτὰ πολιορκήσας ταύτην ἡμέρας.