Ancient Greek
6.6.2 to 6.6.3
Zosimus, Historia Nova 6.6.2-3
Not analysed yet
καὶ ἐπειδὴ πρὸς τὴν αἴτησιν ὤκνουν, τὴν μὲν πόλιν ἐπολιόρκει, τὸν δὲ λιμένα καταλαβὼν καὶ ἡμέρας τινὰς ἐγκαρτερήσας τῇ τούτου πολιορκίᾳ τελευτῶν κύριος τούτου κατέστη. πᾶσαν δὲ αὐτόθι τὴν τῆς πόλεως τροφὴν ἀποκειμένην εὑρὼν δαπανήσειν αὐτὴν ἠπείλει περὶ τὸ οἰκεῖον στρατόπεδον, εἰ μὴ θᾶττον οἱ Ῥωμαῖοι τὰ προτεινόμενα πράξαιεν. συνελθοῦσα τοίνυν ἡ γερουσία πᾶσα καὶ περὶ τοῦ πρακτέου βουλευσαμένη πᾶσιν ἐνέδωκεν οἷς Ἀλλάριχος ἐκέλευσεν: οὐδὲ γὰρ ἦν ἀποφυγὴ θανάτου μηδεμιᾶς τροφῆς διὰ τοῦ λιμένος τῇ πόλει χορηγουμένης.