# Historia Nova 6.8.1-2

Zosimus, Historia Nova, 6.8.1 to 6.8.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/zosimus/historia-nova/6.8.1

τοῦ δὲ συνταραχθέντος τῷ δέει καὶ πρέσβεις ἐκπέμψαντος καὶ κοινὴν ἀμφοτέροις γενέσθαι τὴν βασιλείαν αἰτοῦντος, Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος παρὰ Ἀττάλου καθεσταμένος οὐδὲ ὄνομα καταλείψειν Ὁνωρίῳ βασιλείας ἔλεγεν Ἄτταλον, ἀλλ̓ οὐδὲ ὁλόκληρον ἕξειν τὸ σῶμα, νῆσόν τε αὐτῷ δώσειν εἰς οἴκησιν, πρὸς τῷ καὶ μέρος αὐτῷ τι τοῦ σώματος καταστήσειν πεπηρωμένον. ἐκπλαγέντων δὲ πάντων ἐπὶ τῇ τῶν λόγων ἀλαζονείᾳ, καὶ τοῦ βασιλέως Ὁνωρίου πρὸς φυγὴν ὄντος ἑτοίμου καὶ ἐπὶ τούτῳ πλῆθος πλοίων οὐ μέτριον εἰς τὸν τῆς Ῥαβέννης λιμένα συναγαγόντος, ἓξ τάγματα στρατιωτῶν προσωρμίσθησαν, πάλαι μὲν ἔτι περιόντος Στελίχωνος προσδοκώμενα, τότε δὲ πρὸς συμμαχίαν ἐκ τῆς ἑῴας παραγενόμενα, χιλιάδων ἀριθμὸν ὄντα τεσσάρων.

---

Zosimus, Historia Nova, ed. Ludwig Mendelssohn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4084.tlg001.local001/.
