Ancient Greek
Book 6, Chapter 9
Zosimus, Historia Nova 6.9.2
Not analysed yet
κινηθέντος δὲ πρὸς ὀργὴν Ἀττάλου καὶ δἰ ἑτέρων τὸ πρακτέον μηνύσαντος, πέμπονται κατὰ τὴν Λιβύην ἕτεροι μετὰ χρημάτων τοῖς αὐτόθι βοηθήσοντες πράγμασιν. Ὅπερ μαθὼν Ἀλλάριχος, καὶ ἀπαρεσθεὶς τῷ γενομένῳ, τοῖς κατὰ τὸν Ἄτταλον ἀπεγνώκει, φρενοβλαβείᾳ καὶ σὺν οὐδενὶ κόσμῳ τοῖς ἀλυσιτελέσι ῥᾳδίως ἐπιχειροῦντα.