Latin
Book 17, Chapter 4
Ammianus Marcellinus, Res Gestae 17.4.20
Not analysed yet
Ἀπόλλων κρατερὸς Ἡλίου παῖς παμφεγγὴς, ὃν Ἥλιος προέκρινεν καὶ Ἄρης ἄλκιμος ἐδωρήσατο. οὗ τὰ ἀγαθὰ ἐν παντὶ διαμένει καιρῷ. ὃν Ἄμμων ἀγαπᾷ, πληρώσας τὸν νέων τοῦ φοίνικος ἀγαθῶν. ᾧ οἱ θεοὶ ζωῆς χρόνον ἐδωρήσαντο. Ἀπόλλων κρατερὸς υἱὸς Ἥρωνος βασιλεὺς οἰκουμένης Ῥαμέστης, ὃς ἐφύλαξεν Αἴγυπτον τοὺς ἀλλοεθνεῖς νικήσας, ὃν Ἥλιος φιλεῖ, ᾧ πολὺν χρόνον ζωῆς ἐδωρήσαντο θεοὶ. δεσπότης οἰκουμένης Ῥαμέστης αἰωνόβιος. ΛΙΒΟΣ ΣΤΙΧΟΣ ΔΕΓΤΕΡΟΣ