Latin · ~2 min
Book 2, Chapter 23
Aulus Gellius, Noctes Atticae 2.23.9
Not analysed yet
Menander sic: Ἐπʼ ἀμφότερα νῦν ἡπίκληρος ἡ καλή Μέλλει καθευδῄσειν. Κατείργασται μέγα Καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας Ἐξέβαλε τὴν λυποῦσαν, ἣν ἐβούλετο, Ἵνʼ ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης Πρόσωπον ᾖ τʼ εὔγνωστος οὖσʼ ἐμὴ γυνή Δέσποινα. Καὶ τὴν ὄψιν, ἣν ἐκτήσατο, Ὄνος ἐν πιθήκοις, τοῦτο δὴ τὸ λεγόμενον Ἔστιν. Σιωπᾶν βούλομαι τὴν νύκτα τήν Πολλῶν κακῶν ἀρχηγόν. Οἴμοι Κροωβύλην Λαβεῖν ἔμʼ, ἑκκαίδεκα τάλαντα προῖκα καί Τὴν ῥῖνʼ ἔχουσαν πηχέως· εἶτʼ ἐστὶ τό Φρύαγμά πως ὑπόστατον; μὰ τὸν Δια Τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς. Παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου †Τάχιον ἀπαγέσθω δέτις ἄρʼ ἀντεεσαγάγοι.