Latin
Ch.L.A. 41 1195
Documentary Papyri and Tablets, Ch.L.A. 41 1195
Not analysed yet
Φλαύιος Θεόδωρος Μηνᾶς Ἰουλιανὸς Ἰάκκωβος ὁ μεγαλοπρεπέστατος κόμες καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχίας τὸ δ τοῦ καιροῦ ἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς δεκάτης ἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλίνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε, μικροῖς σκάφεσιν ἐμβαλλόμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα, κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκα τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται legi legi recognoui τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου. χρὴ ἐκ τῆς ὑ̈μῶν κώμης, κατὰ μίμησιν τῆς παρελθούσης ἐνάτης ἐπινεμήσεως, τὸ ὑποτεταγμένον μέτρον λόγῳ ἐμβολῆς δεκάτης ἐπινεμήσεως εἰσενεγκεῖν καὶ ἐμβαλέσθαι πλοίοις, καὶ τὸν πρόεδρον καὶ τὸν ἐπιμελητὴν καὶ τοὺς ναύτας μετὰ καὶ τῶν πλοίων πεφορτωμένων τῶν γενημάτων ἐκπέμψαι εἰς τὴν τάξιν πρὸς τὴν συνήθη πρᾶξιν τῶν ὑπομνημάτων, ὥστε μετὰ ταῦτα ἐκπεμφθῆναι τὸ αὐτὸ μέτρον εἰς τὴν μεγαλόπολιν Ἀλεξάνδρειαν σίτου καγκέλλῳ ἀρτάβαι Ϛνγ οὕτως λόγος διὰ μικρῶν σκαφῶν σίτου καγκέλλῳ ἀρτάβαι Β λόγος μεγάλης ἐμβολῆς σίτου καγκέλλῳ ἀρτάβαι Δνγ