Ancient Greek · ~4 min
Book 1, Chapter 11
Achilles Tatius, τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα 1.11
Not analysed yet
Κἀγὼ “μεγάλα μὲν” ἔφην “ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία· φοβοῦμαι δ’ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. Ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; γαμεῖν μὲν οὐκ ἂν δυναίμην· ἄλλῃ γὰρ δέδομαι παρθένῳ· ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ’ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ’ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων· Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. Ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ’ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε· μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.”